Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.384 Joseph. BJ 5.391 (English) >>Joseph. BJ 5.396

5.389ἴστε καὶ τὴν ἐν Βαβυλῶνι δουλείαν, ἔνθα μετανάστης λαὸς ὢν ἔτεσιν ἑβδομήκοντα οὐ πρότερον εἰς ἐλευθερίαν ἀνεχαίτισεν Κῦρον τοῦτο χαρίσασθαι τῷ θεῷ· προυπέμφθησαν γοῦν ὑπʼ αὐτοῦ, καὶ πάλιν τὸν αὑτῶν σύμμαχον ἐνεωκόρουν. 5.390καθόλου δʼ εἰπεῖν, οὐκ ἔστιν τι κατώρθωσαν οἱ πατέρες ἡμῶν τοῖς ὅπλοις δίχα τούτων διήμαρτον ἐπιτρέψαντες τῷ θεῷ· μένοντες μέν γε κατὰ χώραν ἐνίκων ὡς ἐδόκει τῷ κριτῇ, μαχόμενοι δὲ ἔπταισαν ἀεί. 5.391τοῦτο μέν, ἡνίκα βασιλεὺς Βαβυλωνίων ἐπολιόρκει ταύτην τὴν πόλιν, συμβαλὼν Σεδεκίας ἡμέτερος βασιλεὺς παρὰ τὰς Ἱερεμίου προφητείας αὐτός τε ἑάλω καὶ τὸ ἄστυ μετὰ τοῦ ναοῦ κατασκαπτόμενον εἶδε· καίτοι πόσῳ μετριώτερος μὲν βασιλεὺς ἐκεῖνος τῶν ὑμετέρων ἡγεμόνων ἦν, δʼ ὑπʼ αὐτῷ λαὸς ὑμῶν. 5.392βοῶντα γοῦν τὸν Ἱερεμίαν, ὡς ἀπέχθοιντο μὲν τῷ θεῷ διὰ τὰς εἰς αὐτὸν πλημμελείας, ἁλώσοιντο δʼ εἰ μὴ παραδοῖεν τὴν πόλιν, οὔθʼ βασιλεὺς οὔθʼ δῆμος ἀνεῖλεν. 5.393ἀλλʼ ὑμεῖς, ἵνʼ ἐάσω τἄνδον, οὐ γὰρ ἂν ἑρμηνεῦσαι δυναίμην τὰς παρανομίας ὑμῶν ἀξίως, ἐμὲ τὸν παρακαλοῦντα πρὸς σωτηρίαν ὑμᾶς βλασφημεῖτε καὶ βάλλετε, παροξυνόμενοι πρὸς τὰς ὑπομνήσεις τῶν ἁμαρτημάτων καὶ μηδὲ τοὺς λόγους φέροντες ὧν τἆργα δρᾶτε καθʼ ἡμέραν.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.384 Joseph. BJ 5.391 (English) >>Joseph. BJ 5.396

Powered by PhiloLogic